Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἄν [τις]1 βούληται ἐν τῇ πόλει διαπράττεσθαι: εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρ᾽ 'Αρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθ᾽ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν,2 καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ: τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.