Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
εἶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον1 ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα,2 φυλάξαι δ᾽3 οὔθ᾽ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον4 κελεύει τὸν κήρυκα μετ᾽ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι: ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθ᾽ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.