previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἴ τι δεῖ καὶ νεανιεύσασθαι. μὲν γὰρ τὸ σύμμετρον τάξας ἑκάστοις οὕτως εὐδοκίμησεν, ἐγὼ δ᾽ οὔτε πλέον οὔτ᾽ ἔλαττον οὐδενὶ πώποτε: ἀλλ᾽ οὐδ᾽ ὅσαι διαδόσεις πρὸς [p. 193]οὐδεμίαν πώποτε ἀπήντησα, εἰ μή τις ἑκὼν ἔπεμψεν. ἀλλὰ καὶ τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν, καί τι ἄλλο, καὶ τοῦτ᾽ ἄγαμαι, τὸ μὴ καπηλεύειν μηδ᾽ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν, μηδ᾽ οὕτω σφόδρα φάσκειν ἑαυτὸν πεπαιδεῦσθαι ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι. ἐγὼ μὲν οὖν ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω: ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. καὶ γὰρ τὰ σώματα καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι, τῷ δ᾽ πλείονος ἐλάττονος τούτων ἕκαστον μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης ἀγαθῆς τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν πολλὰ ἂν εὕροις οἷς ἥκιστα ἂν ἡσθείης: ἀλλ᾽ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δή που βελτίω γενέσθαι ποτ᾽ ἂν αὖθις δημιουργὸν τῶν ὅλων, ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφειλκύσθαι καὶ οὐ πολυπραγμονεῖς. τί δὴ θαυμαστὸν εἰ καὶ Ἀθήνησί τι [p. 194] τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως ἄν που καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, δι᾽ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, κωλύειν μᾶλλον οὕτως


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: