previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπολεῖν τὴν πόλιν. τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν, αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ, καὶ εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο, σωμάτων, χρημάτων, δόξης, ἡγεμονίας, τοῦ βάθρου τῆς πόλεως, τῶν ἐλπίδων, ὅτου τις ἂν εἴποι παντός. οὔκουν ᾤετο δεῖν οὕτως ἄνισον ἀγῶνα ἀγωνίζεσθαι, οὐδ᾽ ἐπὶ μηδενὶ πλείονι πᾶσι τοῖς οὖσι κινδυνεύειν, σωφρονῶν οἶμαι καὶ στρατηγοῦ λογισμῷ χρώμενος. ὁρῶμεν δὲ δή που καὶ τοὺς παλαιστὰς οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθιέντας, οὐδ᾽ ἐξεπίτηδες καθ᾽ αὑτῶν παρέχοντας λαβὰς, ἀλλ᾽ ἀπὸ τούτων μὲν ὡς οἷόν τε μάλιστα ἀποχωροῦντας, τοῖς δὲ αὑτῶν πλεονεκτήμασι χρῆσθαι πειρωμένους καὶ τὴν νίκην ἀπὸ τούτων διώκοντας. καὶ Περικλῆς ἐνθυμούμενος οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν, ἀλλ᾽ ἐάσας ἐκείνους ἐν τῇ Ἀττικῇ ληρεῖν ἑκατὸν νεῶν ἐπίπλουν ἐξήρτυε τῇ Πελοποννήσῳ καὶ αὐτὸς ἐμβὰς ἐκόμιζε τὴν στρατιάν. καὶ περιῆν τοῖς μὲν τῆς Ἀττικῆς μέρος τι τετμηκέναι, τοῖς δ᾽ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν. ὥστε ἠναγκάζοντο ἤδη φεύγειν ἐκ τῆς Ἀττικῆς οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες. οὕτως μὲν οὐκ ἐκίνει, προνοίας, οὐ δειλίας ἦν, δὲ κἀν τούτοις ὄντας ἠξίου τολμᾶν ἔσχατον δεῖγμα τῆς ἀνδρείας ἔχει τῆς ἐκείνου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ ὅτι μὲν οὐκ ἐξῆγεν αἰτιασόμεθα, [p. 191] ὅτι δὲ ἔξω τῆς Ἀττικῆς ἦγεν αὐτοὺς οὐ θαυμασόμεθα; καὶ ὅτι μὲν οὐκ ἐμάχετο οὗ μὴ προσῆκεν ἐπιτιμήσομεν, ὅτι δ᾽ ἠπίστατο ποῦ χρὴ τοῦτο ποιεῖν οὐ διαλογιούμεθα; καὶ ὅτι μὲν οὐ τὴν Ἀττικὴν ἐνεπίμπλη πολέμου καὶ ταραχῆς κατηγορήσομεν, ὅτι δὲ εἰς τὴν πολεμίαν ἀπέβαινε καὶ ἀντιμεθίστη τῇ Πελοποννήσῳ τὴν πολιορκίαν οὐ θήσομεν εἰς λόγον; ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν οὐ συγγνωσόμεθα, ὅτι δὲ καὶ νοσοῦντας ἐξῆγεν οὐ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: