Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός β
παπαῖ <φεῦ, παπαῖ φεῦ: ἰὼ ἰώ,>
ὦ παῖ Φέρητος, οἷ᾽ ἔπρα-
ξας δάμαρτος σᾶς στερείς.
Χορός α
αἰαῖ: ἄξια καὶ
σφαγᾶς τάδε, καὶ πλέον ἢ
βρόχῳ δέραν οὐρανίῳ πελάσσαι.
Χορός β
230τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
γυναῖκα κατθανοῦσαν ἐν ἄματι τῷδ᾽ ἐπόψῃ.
Χορός α
ἰδοὺ ἰδού,
ἅδ᾽ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
Χορός β
βόασον ὦ στέναξον ὦ
235Φεραία χθών, τὰν ἀρίσταν <πασᾶν>
γυναῖκα μαραινομέναν
νόσῳ κατὰ γᾶς χθόνιον παρ᾽ Ἅιδαν.