Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄδμητος
οἴμοι: τόδ᾽ ἔπος λυπρὸν ἀκούειν
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
ἀλλ᾽ ἄνα, τόλμα.
σοῦ γὰρ φθιμένης οὐκέτ᾽ ἂν εἴην:
ἐν σοὶ δ᾽ ἐσμὲν καὶ ζῆν καὶ μή:
σὴν γὰρ φιλίαν σεβόμεσθα.