Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός α
τί ποθ᾽ ἡσυχία πρόσθεν μελάθρων;
τί σεσίγηται δόμος Ἀδμήτου;
Χορός β
ἀλλ᾽ οὐδὲ φίλων πέλας <ἔστ᾽> οὐδείς,
80ὅστις ἂν εἴποι πότερον φθιμένην
χρὴ βασίλειαν πενθεῖν ἢ ζῶσ᾽
ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς
Ἄλκηστις, ἐμοὶ πᾶσί τ᾽ ἀρίστη
δόξασα γυνὴ
85πόσιν εἰς αὑτῆς γεγενῆσθαι.