Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
καὶ νῦν δόμον ἀμπετάσας
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
600δώμασιν ἀρτιθανῆ:
τὸ γὰρ εὐγενὲς ἐκφέρεται πρὸς αἰδῶ.
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ᾽ ἔνε-
στιν: σοφίας ἄγαμαι.
πρὸς δ᾽ ἐμᾷ ψυχᾷ θράσος ἧσται
605θεοσεβῆ φῶτα κεδνὰ πράξειν.