previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄδμητος
ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
νέκυν μὲν ἤδη πάντ᾽ ἔχοντα πρόσπολοι
φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν:
ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610προσείπατ᾽ ἐξιοῦσαν ὑστάτην ὁδόν.

Χορός
καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
στείχοντ᾽, ὀπαδούς τ᾽ ἐν χεροῖν δάμαρτι σῇ
κόσμον φέροντας, νερτέρων ἀγάλματα.

Φέρης
ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον:
615ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
καί μ᾽ οὐκ ἄπαιδ᾽ ἔθηκεν οὐδ᾽ εἴασε σοῦ
στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
πάσαις δ᾽ ἔθηκεν εὐκλεέστερον βίον
γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625 τόνδε μὲν σώσασ᾽, ἀναστήσασα δὲ
ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
λύειν βροτοῖσιν, γαμεῖν οὐκ ἄξιον.

load focus English (David Kovacs, 1994)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1045
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 867
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: