Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
435ὦ Πελίου θύγατερ,
χαίρουσά μοι εἰν Ἀΐδα δόμοισιν
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
ἴστω δ᾽ Ἀΐδας ὁ μελαγχαί-
τας θεὸς ὅς τ᾽ ἐπὶ κώπᾳ
440πηδαλίῳ τε γέρων
νεκροπομπὸς ἵζει
πολὺ δὴ πολὺ δὴ γυναῖκ᾽ ἀρίσταν
λίμναν Ἀχεροντίαν πορεύ-
σας ἐλάτᾳ δικώπῳ.