Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄδμητος
ἔμνησας ὅ μου φρένας ἥλκωσεν:
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880πιστῆς ἀλόχου; μή ποτε γήμας
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
ζηλῶ δ᾽ ἀγάμους ἀτέκνους τε βροτῶν:
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
μέτριον ἄχθος:
885παίδων δὲ νόσους καὶ νυμφιδίους
εὐνὰς θανάτοις κεραϊζομένας
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
ἀγάμους τ᾽ εἶναι διὰ παντός.