Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἔτι δ᾽ οἱ μὲν δυσμενῶς ἔχουσι, καὶ βούλοιντ᾽ ἂν καὶ τοὺς πρὸ αὑτῶν ἄρχοντας καὶ τοὺς ἐφ᾽ αὑτοῖς ὡς κάκιστα διοικῆσαι τὴν πόλιν, ἵν᾽ ὡς μεγίστην δόξαν αὐτοὶ λάβωσιν: οἱ δὲ διὰ παντὸς τοῦ βίου κύριοι τῶν πραγμάτων ὄντες εἰς ἅπαντα τὸν χρόνον καὶ τὰς εὐνοίας ἔχουσιν.