Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἔπειθ᾽ ὡς ἐγὼ ταύτην ἔχω τὴν ἀρχὴν οὐ παρανόμως οὐδ᾽ ἀλλοτρίαν, ἀλλ᾽ ὁσίως καὶ δικαίως καὶ διὰ τοὺς ἐξ ἀρχῆς προγόνους καὶ διὰ τὸν πατέρα καὶ δι᾽ ἐμαυτόν. τούτων γὰρ προαποδειχθέντων τίς οὐκ αὐτὸς αὑτοῦ καταγνώσεται τὴν μεγίστην ζημίαν, ἂν μὴ πειθαρχῇ τοῖς ὑπ᾽ ἐμοῦ συμβουλευθεῖσι καὶ προσταχθεῖσιν;