Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ἔπειτα καὶ προσήκειν ἡγησάμην τοσούτῳ τοὺς βασιλεῖς βελτίους εἶναι τῶν ἰδιωτῶν, ὅσῳ περ καὶ τὰς τιμὰς μείζους αὐτῶν ἔχουσι, καὶ δεινὰ ποιεῖν ὅσοι τοὺς μὲν ἄλλους κοσμίως ζῆν ἀναγκάζουσιν, αὐτοὶ δ᾽ αὑτοὺς μὴ σωφρονεστέρους τῶν ἀρχομένων παρέχουσιν.