Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἡγοῦμαι δ᾽ οὕτως ἂν μάλιστα παρακαλέσαι καὶ προτρέψαι πρὸς τὸ μνημονεύειν ὑμᾶς τὰ ῥηθέντα καὶ πειθαρχεῖν αὐτοῖς, οὐκ εἰ περὶ τὸ συμβουλεύειν μόνον γενοίμην καὶ ταῦτ᾽ ἀπαριθμήσας ἀπαλλαγείην, ἀλλ᾽ εἰ προεπιδείξαιμι πρῶτον μὲν τὴν πολιτείαν τὴν παροῦσαν ὡς ἄξιόν ἐστιν ἀγαπᾶν οὐ μόνον διὰ τὴν ἀνάγκην, οὐδ᾽ ὅτι πάντα τὸν χρόνον μετὰ ταύτης οἰκοῦμεν, ἀλλ᾽ ὅτι βελτίστη τῶν πολιτειῶν ἐστιν,