Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
ζηλοῦτε μὴ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς μηδὲν κακὸν σφίσιν αὐτοῖς συνειδότας: μετὰ γὰρ τοιαύτης ψυχῆς ἥδιστ᾽ ἄν τις δύναιτο τὸν βίον διαγαγεῖν. μὴ τὴν κακίαν οἴεσθε δύνασθαι μὲν πλείω τῆς ἀρετῆς ὠφελεῖν, τὸ δ᾽ ὄνομα δυσχερέστερον ἔχειν, ἀλλ᾽ οἵων περ ὀνομάτων ἕκαστον τῶν πραγμάτων τετύχηκε, τοιαύτας ἡγεῖσθε καὶ τὰς δυνάμεις αὐτῶν εἶναι.