Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
τούτων ἕνεκα καὶ ταῦτα διανοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς δι᾽ ἀνδραγαθίαν γιγνομέναις. χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις, τὴν δ᾽ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.