Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
καὶ ταῦτ᾽ ἂν ποιῆτε, τί δεῖ περὶ τῶν συμβησομένων μακρολογεῖν; ἢν γὰρ ἐγώ τε παρέχω τοιοῦτον ἐμαυτὸν οἷόν περ ἐν τῷ παρελθόντι χρόνῳ, καὶ τὰ παρ᾽ ὑμῶν ὑπηρετῆται, ταχέως ὄψεσθε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἐπιδεδωκότα καὶ τὴν ἀρχὴν τὴν ἐμὴν ηὐξημένην καὶ τὴν πόλιν εὐδαίμονα γεγενημένην.