previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος fr. 63 B':'
ἄγε δὴ φέρ᾽ ἡμίν, παῖ,
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ᾽ ἐγχέας
ὕδατος, τὰ πέντε δ᾽ οἴνου
κυάθους, ὡς ἀνυβρίστως
ἀνὰ δηὖτε βασσαρήσω.
καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν:
ἄγε δηὖτε, μηκέθ᾽ οὕτω
πατάγῳ τε κἀλαλητῷ
Σκυθικὴν πόσιν παρ᾽ οἴνῳ
μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
ὑποπίνοντες ἐν ὕμνοις.
καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ c. 84',' Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. Χαμαιλέων γοῦν Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει fr. 31 Koepke':' ‘ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ‘ἐπισκύθισον᾽ λέγουσιν.' Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας p. 580 N':'
μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
Β. ἀλλ᾽ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
Α. καλῶς μὲν οὖν ἄγειν .... Σκύθῃ πιεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: