ἐν δὲ Σίλφαις:
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
59. οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ᾽ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν: ”
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.