previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων Χῖος ἐν Ἐπιδημίαις. καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι. 45. περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέωνου᾽ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως : ‘ τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ μαργαρίτης [p. 400] καλούμενος, διαφανὴς μὲν τῇ φύσει: ποιοῦσι δ᾽ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.’ Ἀνδροσθένης δ᾽ ἐν τῷ τῆς Ἰνδικῆς Παράπλῳ γράφει οὕτως: ‘ τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ᾽ ἡμῖν γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν ἓν δὲ ἴδιον καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ μαργαρῖτις λίθος γίνεται, αὕτη δ᾽ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ᾽ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: