Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἀλλὰ καὶ τῶν θηρῶν: τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾁδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστιν ' μακραὶ δρύες, ὦ Μέναλκα.'’ Ἀριστόξενος δὲ ἐν τετάρτῳ περὶ Μουσικῆς ‘ᾖδον, φησίν, αἱ ἀρχαῖαι γυναῖκες Καλύκην τινὰ ᾠδήν. Στησιχόρου δ᾽ ἦν ποίημα, ἐν ᾧ Καλύκη τις ὄνομα ἐρῶσα Εὐάθλου νεανίσκου σωφρόνως εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ.
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.