μᾶλλον ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον::
πινόμενος δ᾽ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει [p. 128]
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς ...
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις,
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ᾽ ὀνομῆναι:
ἀλλ᾽ οὐδὲν τἄλλ᾽ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.