previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ παντάπασιν ἀπεκεκλείμην, ὅτι μὴ γάλακτος μόνου: τοῦ τε ἄσθματος περὶ τὸ στῆθος ᾐσθόμην τότε πρῶτον καὶ πυρετοὶ κατέλαβον ἰσχυροὶ καὶ ἄλλα ἀμύθητα: καὶ ἐκείμην ἐν Δέσσῃ πρὸς τῷ καταρράκτῃ, καὶ μόλις ἡμέρᾳ [p. 482] ἑκατοστῇ ὕστερον ἐκινήθην οἴκοθεν ἐν Ῥώμῃ γίγνομαι. καὶ μετ᾽ οὐ πολὺ τὰ σπλάγχνα ᾠδήκει καὶ τὰ νεῦρα κατέψυκτο καὶ φρίκη διέθει διὰ παντὸς τοῦ σώματος καὶ τὸ πνεῦμα ἀπεκέκλειτο. καὶ οἱ ἰατροὶ καθάρσεις προσῆγον καὶ πιὼν ἐλατήριον εἰς δύο ἡμέρας ἐκαθαιρόμην, ἕως εἰς αἷμα ἀπέσκηψε. καὶ πυρετοὶ κατέλαβον καὶ πάντ᾽ ἦν ἄπορα ἤδη καὶ σωτηρίας οὐδ᾽ ἡτισοῦν ἐλπίς. καὶ τέλος οἱ ἰατροὶ κατέτεμνον ἐκ τοῦ στήθους ἀρξάμενοι πάντα ἑξῆς ἄχρι πρὸς τὴν κύστιν κάτω: καὶ ὡς ἀνθήψαντο αἱ σικύαι, παντάπασι τὸ πνεῦμα ἀπελήφθη, καὶ διῆλθεν ὀδύνη ναρκώδης καὶ ἄπορος φέρειν, καὶ πάντα αἵματι ἐπέφυρτο καὶ γίγνομαι ὑπεραλγεινός. καὶ τῶν σπλάγχνων ᾐσθανόμην οἷον ψυχρῶν τε καὶ ἐκκρεμαμένων, καὶ τὸ τῆς ἀμηχανίας τῆς περὶ τὴν ἀναπνοὴν ἐπετάθη. καὶ τί χρὴ ποιεῖν οὐκ ἦν, καὶ γὰρ σῖτον αἱρουμένῳ καὶ διαλεγομένῳ μεταξὺ προσίστατο καὶ ἔδει πεπνῖχθαι δοκεῖν. καὶ ἄλλη τοῦ σώματος ἀσθένεια κατὰ λόγον τούτων ἦν. φάρμακα δὲ θήρειά τε καὶ ἄλλα παντοῖα τηνάλλως ἐδίδοτο. ἐδόκει δὴ χρῆναι κομίζεσθαι οἴκαδε, εἴ πως εἴη διαρκέσαι. κατὰ γῆν μὲν οὖν ἄπορον ἦν, οὐ γὰρ ἔφερε τὸ σῶμα τὸν σεισμόν: πλῷ δὲ ἐπεχειροῦμεν. τῶν δ᾽ ὑποζυγίων τὰ μὲν ὑπὸ τῶν χειμώνων ἐτεθνήκει, τὰ δὲ περιόντα ἀπεδιδόμεθα. καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ κυβερνήτης μεθῆκε τοὺς οἴακας, καὶ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον. δὲ ἐπεισέρρει πολλὴ κατὰ πρῷραν καὶ κατὰ πρύμναν θάλαττα, καὶ κατεκλυζόμην τῷ τε ἀνέμῳ καὶ [p. 483] τοῖς κύμασι, καὶ ταῦτα ἐγίγνετο ἡμέραν καὶ νύκτα. μέσαι νύκτες σχεδὸν ἦσαν, ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: