previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον πορίζοντες. νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι. καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλ᾽ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο. ἐγὼ δ᾽ οὐχ οὕτως ἀναισθήτους οὐδ᾽ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθ᾽ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν. καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες. τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δ᾽ οὐδ᾽ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, δι᾽ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ δι᾽ αὑτῶν ἔχων προτέρους: ταῦτα δὲ μαίνοιντ᾽ ἂν εἰ βούλοιντο.

καὶ μὴν εἴ τις θαρρεῖν αὐτοὺς τῇ παλαιᾷ φιλίᾳ καὶ συμμαχίᾳ πρὸς τὸν βάρβαρον ἡγεῖται, ταῦτα μάλιστα φοβήσονται. ἐπίστανται γὰρ τότε καὶ πάντων ἀγαθῶν ἀνόνητοι γενόμενοι, καὶ παραχωρήσαντες ὧν εἶχον ἐκείνῳ, πρότερον μὲν αὐτὸν τὸν βασιλέα, μετὰ ταῦτα δὲ Μαρδόνιον δεξάμενοι τὸν ὕπαρχον αὐτοῦ, ὃς ἐγκαθήμενος μετὰ τῆς ἵππου καὶ στρατιᾶς ἀπείρου τὰ μὲν φθείρων, τὰ δὲ [p. 676] καρπούμενος αὐτῶν διετέλει τὴν χώραν, τῇ πόλει δ᾽ ἐχρῆτο στρατοπέδῳ, παρρησίας δ᾽ οὐδ᾽ ὁτιοῦν οὐδενὶ μετεδίδου: ὥστ᾽ εἶναι μηδὲν ἀθλιώτερον ἐν τῷ τότε καιρῷ Θηβαίων, ὄνειδος μὲν ἐν τοῖς Ἕλλησιν ἐχόντων, ἐπιτριβομένων δὲ κακῶς ὑπὸ τῶν βαρβάρων. οὔκουν βουλήσονται τοιαύτης κακοδαιμονίας πάλιν ἐλθεῖν εἰς πεῖραν, οὐδὲ δεηθῆναι βασιλέως καταπέμψαι σφίσιν ἄνδρα, ὃς ἐγκαθίσας εἰς τὴν Βοιωτίαν καὶ ἡγεμὼν τοῦ πολέμου γενόμενος γρύζειν οὐκ ἐάσει σφᾶς. εἶτα καὶ νενικηκότες νίκην


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: