previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δ᾽ ἐπειδὰν λέγῃ
μή μοι καταπαύετ᾽, ἐπεί περ ἤρξατο
τερπνοτάτων μελέων καλλιβόας πολύχορδος αὐλός;
νὴ Δί᾽ ἀλλ᾽ οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.
σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατ᾽ αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. ‘Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται.’ εἶεν, βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, διεφθάρθαι πάσας; ἔγωγε, φησὶν Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ [p. 514] τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτ᾽ ἔστι. περιέρχεται δ᾽ αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλ᾽ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον: τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δ᾽ οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατ᾽ ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας: ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατ᾽ ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλ᾽ ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γ᾽ ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: