previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμηνὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμηνμήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδέναἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν: δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ τῶν Ἀθηναίων δῆμος, ἀλλ᾽ ἐμὴ πολιτεία, Αἰσχίνη: ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους: οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴνεἰ δ᾽ οἷος ἐγὼ παρ᾽ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα [p. 517] ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητ᾽ ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν δι᾽ ἐμέ.’ καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. δ᾽ ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθ᾽ ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδ᾽ ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἐκεῖνόν γ᾽ ἂν ἠφίεις


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: