previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. λέγων. καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς [p. 464] χρωμένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτ᾽ ἀποδεῖξαι ἠθέλησεν. [2] ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτ᾽ εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππῆς 1 καὶ 2 Καισάρειοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ τε τήθη καὶ μήτηρ καὶ αἱ γυναῖκες καὶ προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ Λέων πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα.” Xiph. 349, 31-350, 26 R. St., Exc. Val. 411 (p. 762).[3] ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. τά τε γὰρ ἄλλα καὶ ὠρχεῖτο, οὔτι 3 γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε [4] καὶ δημηγορῶν. καὶ τέλος, ἵν᾽ ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἠριούργει, 4 κεκρύφαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο, ψιμυθίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ᾽ αὐτῷ ἑορτὴν ἤγαγε: μετὰ δὲ τοῦτ᾽ ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. καὶ πολλάκις καὶ κατακείμενος τοὺς βουλευτὰς

1 i(pph=s Bs., i(ppei=s cod. Peir.

2 kai/ supplied by Reim.

3 ou)/ti Dind., ou)/te *wC cod. Peir.

4 h)riou/rgei Bk., e)riou/rgei

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: