previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. καὶ αὐτῷ ἄλλοι τε καὶ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, καὶ ἐς τοσοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος οὐδὲν τι οὐκ ἐδήμευσε. τότε δ᾽ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλουιος σὺν [2] αὐτῷ πολίαρχος. καὶ αὐτὸν Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο: ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως ἐσεφέρετο, οὕτω 1 καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπ᾽ αὐτοῦ 2 κενῇ χώρᾳ προσετάττετο. τε Ἐλεγάβαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε. [3] τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπ᾽ αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη.” Xiph. 354, 8-19 R. St., Exc. Val. 414 (p. 769). “ ”
“ ”

1 ou(/tw Leuncl., kai\ ou(/tw *wC.

2 au)tou= Rk., au)th= *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: