previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. καὶ ἐπὶ τούτοις καὶ ὑπὸ τῆς βουλῆς ἐθανατώθη Μεσσάλας Σίλιος τε Βάσσος Πομπώνιος, ἐγκλήματα λαβόντες ὅτι 1 τοῖς [2] πραττομένοις ὑπ᾽ αὐτοῦ οὐκ ἠρέσκοντο. τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστάς τε αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτιμητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι: ‘τὰς γάρ τοι τῆς ἐπιβουλῆς δῆθεν αὐτῶν ἀποδείξεις οὐκ ἔπεμψα ὑμῖν,’ ἔφη, ‘ὅτι μάτην ἀναγνωσθήσεσθαι ἔμελλον ἤδη σφῶν τεθνηκότων.’ [3] ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα πρὸς Μεσσάλαν, ὅτι πολλὰ ἐρρωμένως ἐν τῷ συνεδρίῳ ἀπεφαίνετο: διόπερ καὶ κατ᾽ ἀρχὰς αὐτὸν ἐς τὴν Συρίαν, ὡς καὶ πάνυ τι αὐτοῦ δεόμενος, μετεπέμψατο, ὅπως μὴ καὶ καθηγεμὼν αὐτῇ ἀλλοδοξίας γένηται. [4] τῷ δὲ δὴ Βάσσῳ, ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχεν: τοῦ τε γὰρ Σεουήρου τοῦ 2 Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγονος ἦν. ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ ἐκθρηνῆσαι [5] τὴν συμφορὰν ἐπιτρέψας. καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται: καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ [p. 450] ἔπραττεν καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα ... %5δὲ δὴ δυς1 ... περὶ αὐτ.
... σίᾳ ἐφο ... ... %5σαντων ... %5νος καὶ

1 o(/ti Bs., *o*t*i*e*f*h V.

2 tou= supplied by Bk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: