previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. ... ν δὲ δὴ τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσαγαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προστάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας ἀνοσιώτατος [2] ἀνδρῶν ἐνομίσθη. ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὔτε 1 αἴτιός τινος κακοῦ οὐδενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐηργέτησε. 2 τὸ δὲ μέγιστον, [p. 452] ἰσχυρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίδι σφόδρα ἤρεσκε, τῇ μὲν ὅτι ἐτέθραπτο ὑπ᾽ αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ αὐτῇ: [3] ἀλλ᾽ οὔτι γε διὰ τοῦτ᾽ αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμβόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέλησεν, ἀλλ᾽ ὅτι σωφρόνως τε καὶ ἐμφρόνως 3 ζῆν ὑπ᾽ αὐτοῦ ἠναγκάζετο. καὶ αὐτός γε 4 αὐτοχειρίᾳ πρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι.

1 ou)/te Bk., ou)de/ cod. Peir., cut off in V.

2 eu)hrge/thse St., *u*e*r*g*e*t

3 e)mfro/nws Rk., eu)fro/nws cod. Peir., cut off in V.

4 ge Bk., te cod. Peir., cut off in V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: