previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα. δὲ Ἀουῖτος τὸν Πολλίωνα ... τῆς Γερμανίας ... ἄρξαι προσέταξεν, ἐπεὶ καὶ Βιθυνίας ... ... τα ἐκεῖνος περιεγεγόνει. αὐτὸς δὲ καταμείνας τινὰς μῆνας ἐν τῇ Ἀντιοχείᾳ μέχρις οὗ τὴν ἀρχὴν πανταχόθεν ἐβεβαιώσατο, ἐς τὴν Βιθυνίαν ἦλθεν, πάρεδρον ... οι πολλάκις ... ν, ὥσπερ καὶ κατὰ τὴν Ἀντιόχειαν [2] εἰώθει, ποιούμενος. ἔνθα δὲ ἐπιχειμάσας ἐς τὴν Ἰταλίαν διὰ τῆς Θρᾴκης καὶ τῆς Μυσίας καὶ τῆς Παννονίας ἑκατέρας ἐπορεύθη, κἀκεῖ μέχρι τῆς τοῦ βίου τελευτῆς κατέμεινεν, ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ποιήσας ῾πολλῶν γὰρ πολλὰ καὶ ἰδιωτῶν καὶ δήμων, τῶν τε 1 ... ι αὐτοῦ τούτων ... ... τῆς τε βουλῆς, καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυτόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρισάντων, οὐδενὶ 2 τὸ παράπαν οὔτε ἐπεξιέναι 3 ἔφη οὔτε [3] ἐπεξῆλθεν᾽, ἐς δὲ δὴ τἆλλα πάντα καὶ αἰσχρουργότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξοκείλας, ὥστε τὰ μέν τινα αὐτῶν μηδ᾽ ἀρχὴν πώποτ᾽ ἐν τῇ Ῥώμῃ γενόμενα ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ἄλλοτε 4 ἄλλοις [p. 444] ὡς ἑκάστοις, ἔτεσι τρισὶ καὶ 5 μησὶν ἐννέα ἡμέραις τε τέτταρσιν, ἐν αἷς 6 ἦρξεν, ὥς γ ἄν τις ἀπὸ τῆς μάχης ἐν τὸ παντελὲς κράτος ἔσχεν [4] ἀριθμήσειεν, ἀνθῆσαι. ἐφόνευσε μὲν γὰρ ἐν τῇ Συρίᾳ τόν τε Νέστορα καὶ Φάβιον Ἀγριππῖνον τὸν ἄρχοντα αὐτῆς, τῶν τε ἱππέων τῶν ἀμφὶ τὸν Μακρῖνον τοὺς πρώτους: ὅπερ που καὶ τῶν ἐν τῇ Ῥώμῃ τοὺς μάλιστα οἰκειωθέντας αὐτῷ εἰργάσατο: κἀν τῇ Ἀραβία 7 Πεῖκαν Καιριανὸν τὸν ἐπιτετραμμένον αὐτήν, ὅτι μὴ παραχρῆμα αὐτῷ [5] προσέθετο, ἔν τε τῇ Κύπρῳ Κλαύδιον Ἄτταλον τὸν τῆς Θρᾴκης ποτὲ ἄρξαντα, καὶ ὑπὸ μὲν τοῦ Σεουήρου ἐκ τοῦ συνεδρίου ἐν τῷ τοῦ Νίγρου 8 πολέμῳ ἐκπεσόντα, ὑπὸ δὲ τοῦ Ταραύτου ἐς αὐτὸ ἐπαναχθέντα, καὶ τότε ἐκ τοῦ κλήρου τῇ Κύπρῳ προσταχθέντα, ὅτι τῷ Κωμάζοντι προσεκεκρούκει: στρατευόμενον γάρ ποτε αὐτὸν ἐν Θρᾴκῃ καὶ κακουργήσαντά τι ἐς τοὺς τριηρίτας ἀπεώσατο.

1 tw=n te — th=s te boulh=s *w, kai\ au)tw=n *(rwmai/wn Exc. Val. tw=n te *(rwmai/wn au)tw=n, tw=n te i(ppe/wn th=s te boulh=s Bs.

2 ou)deni\ Xiph., *o*u*d*e*n *w cod. Peir.

3 e)pecie/nai Bk., *e*p*e*c*h*n *w, *e*p*e*c*h*c*e*i*n *w2 cod. Peir.

4 a)/llote Bk., *a*l*l*a*t*e V.

5 kai/ Leuncl., *k*a*i*e*n V.

6 te te/ttarsin e)n ai(=s Leuncl., *t*e*t*r*a*s*i*n*e*n*a*p V.

7 th=| *)arabi/a| Urs., *t*h*s*a*r*a*b*i*a*s V.

8 tou= *ni/grou Leuncl., *n*i*g*r*i*n*o*u V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: