previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ταῦτα μὲν οὕτως ἐγένετο, ... ς δὲ Οὐῆρος ἐπιτολμήσας καὶ αὐτὸς τῇ μοναρχίᾳ ἐν τῷ τρίτῳ στρατοπέδῳ τῷ Γαλλικῷ, οὗ ἦρχε, καὶ Γέλλιος Μάξιμος ἐκ τῆς αὐτῆς αἰτίας, καίπερ ὑποστρατηγῶν ἐν τῇ Συρίᾳ τῇ ἑτέρᾳ τοῦ τετάρτου τοῦ [2] Σκυθικοῦ τείχους, ἐδικαιώθησαν. οὕτω γάρ που πάντα ἄνω κάτω συνεχύθη ὥστε ἐκείνους τὴν ἔφεσιν τῆς ἀρχῆς τὸν μὲν ἐξ ἑκατοντάοχων ἐς τὴν γερουσίαν ἐσγραφέντα, τὸν δὲ ἰατροῦ υἱὸν ὄντα ἐς τὸν νοῦν ἐμβαλέσθαι. τούτους δὲ δὴ μόνους ὠνόμασα οὐχ ὅτι καὶ μόνοι ἐξεφρόνησαν, ἀλλ᾽ ὅτι βουλῆς ἦσαν, [3] ἐπεί τοι καὶ ἕτερός τις ἑκατοντάρχου υἱὸς ἐπεχείρησε τὸ αὐτὸ ἐκεῖνο στρατόπεδον τὸ Γαλλικὸν 1 συνταράξαι, καὶ μάλα ἄλλος τις ἐριουργὸς τὸ τέταρτον, ἕτερός τε ἰδιώτης τὸν στόλον τὸν ἐν τῇ Κυζίκῳ ναυλοχοῦντα, ὅτε καὶ Ψευδαντωνῖνος ἐν τῇ Νικομηδείᾳ ἐχείμαζεν, καὶ ἄλλοι δὲ πολλοὶ [p. 454] % ἄλλοθι καὶ ἀλλαχόθι, 2ὥστε καὶ ἑτοιμότατον ὂν τοῖς βουλομένοις ἄρξαι, τῷ καὶ παρ᾽ ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν πολλοὺς τῆς ἡγεμονίας ἐπιβεβατευκέναι, [4] νεωτερίσαι τολμῆσαι. καὶ μηδεὶς ἀπιστήσῃ τῷ λεχθέντι: τὰ μὲν γὰρ λοιπὰ 3 τὰ τῶν ἰδιωτῶν παρ᾽ ἀνδρῶν ἀξιοπίστων πυθόμενος, τὸ δὲ δὴ κατὰ τὸν στόλον αὐτὸς ἐγγύθεν ἐκ τῆς Περγάμου ἀκριβώσας ἔγραψα, ἧς, ὥσπερ καὶ τῆς Σμύρνης ταχθεὶς ὑπὸ τοῦ Μακρίνου ἐπεστάτησα: ἀφ᾽ οὗπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄπιστόν μοι κατεφάνη.

1 *galliko/n Urs., *g*a*m*i*k*o*n *w, *g*a*l*a*t*i*k*o*n *w2.

2 Reim. proposed pollaxo/qi instead of kai\ a)llaxo/qi, but the corruption may lie deeper.

3 ta\ me\n ga\r loipa/ supplied by Bk., line missing in V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: