previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Nemean 7
ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛΩι


Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων: ἄνευ σέθεν
οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
5ἀναπνέομεν δ᾽ οὐχ ἅπαντες ἐπὶ ἴσα:
εἴργει δὲ πότμῳ ζυγένθ᾽ ἕτερον ἕτερα. σὺν δὲ τὶν
[10] καὶ παῖς Θεαρίωνος ἀρετᾷ κριθεὶς
εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
10Αἰακιδᾶν: μάλα δ᾽ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον᾽ αἰτίαν
ῥοαῖσι Μοισᾶν ἐνέβαλε: ταὶ μεγάλαι γὰρ ἀλκαὶ
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι:
[20] ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
15εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
ἔμαθον, οὐδ᾽ ὑπὸ κέρδει βλάβεν:
ἀφνεὸς πενιχρός τε θανάτου πέρας
20ἅμα νέονται. ἐγὼ δὲ πλέον᾽ ἔλπομαι
[30] λόγον Ὀδυσσέος πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ᾽ Ὅμηρον:
ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ
σεμνὸν ἔπεστί τι: σοφία δὲ κλέπτει παράγοισα μύθοις: τυφλὸν δ᾽ ἔχει
ἦτορ ὅμιλος ἀνδρῶν πλεῖστος. εἰ γὰρ ἦν
25 τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
[40] λευρὸν ξίφος: ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ
30πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
κῦμ᾽ Ἀΐδα, πέσε δ᾽ ἀδόκητον ἐν καὶ δοκέοντα: τιμὰ δὲ γίνεται
ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
[50] μόλον χθονός: ἐν Πυθίοισι δὲ δαπέδοις
35κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
τᾷ καὶ Δαναοὶ πόνησαν: δ᾽ ἀποπλέων
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ᾽ εἰς Ἐφύραν ἵκοντο:
Μολοσσίᾳ δ᾽ ἐμβασίλευεν ὀλίγον
χρόνον: ἀτὰρ γένος αἰεὶ φέρεν
40τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
[60] κτέαν᾽ ἄγων Τρωΐαθεν ἀκροθινίων:
ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ᾽ ἀνὴρ μαχαίρᾳ.
βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν: ἐχρῆν δέ τιν᾽ ἔνδον ἄλσει παλαιτάτῳ
45Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρ᾽ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
[70] εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει:
οὐ ψεῦδις μάρτυς ἔργμασιν ἐπιστατεῖ,
50Αἴγινα, τεῶν Διός τ᾽ ἐκγόνων. θρασύ μοι τόδ᾽ εἰπεῖν
φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
οἴκοθεν: ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: κόρον δ᾽ ἔχει
καὶ μέλι καὶ τὰ τέρπν᾽ ἄνθε᾽ Ἀφροδίσια.
[80] φυᾷ δ᾽ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
55 μὲν τά, τὰ δ᾽ ἄλλοι: τυχεῖν δ᾽ ἕν᾽ ἀδύνατον
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον: οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δ᾽ ἐοικότα καιρὸν ὄλβου
δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
60σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
[90] ξεῖνός εἰμι: σκοτεινὸν ἀπέχων ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ᾽ ἄγων
κλέος ἐτήτυμον αἰνέσω: ποτίφορος δ᾽ ἀγαθοῖσι μισθὸς οὗτος.
ἐὼν δ᾽ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ᾽ ἀνὴρ
65Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: προξενίᾳ πέποιθ᾽: ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντ᾽ ἐκ ποδὸς ἐρύσαις, δὲ λοιπὸς εὔφρων
[100] ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
70Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβὰς ἄκονθ᾽ ὥτε χαλκοπάρᾳον ὄρσαι
θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
75 [110] ἔα με: νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν: ἀναβάλεο: Μοῖσά τοι
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ᾽ ἁμᾷ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ᾽ ἐέρσας.
80Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
[120] ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
ὀπί: λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
85ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
Ἡράκλεες, σέο δὲ προπράον᾽ ἔμεν ξεῖνον ἀδελφεόν τ᾽. εἰ δὲ γεύεται
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον᾽ ἔμμεναι
[130] νόῳ φιλήσαντ᾽ ἀτενέϊ γείτονι χάρμα πάντων
ἐπάξιον: εἰ δ᾽ αὐτὸ καὶ θεὸς ἀνέχοι,
90ἐν τίν κ᾽ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν:
ἐπεὶ τετραόροισιν ὥθ᾽ ἁρμάτων ζυγοῖς
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. μάκαρ,
95 [140] τὶν δ᾽ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
κόραν τε Γλαυκώπιδα: δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
100εὐδαίμον᾽ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
[150] γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
τὸ δ᾽ ἐμὸν οὔ ποτε φάσει κέαρ
ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
ἔπεσι: ταὐτὰ δὲ τρὶς τετράκι τ᾽ ἀμπολεῖν
105ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, ‘Διὸς Κόρινθος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (43 total)
  • Commentary references to this page (32):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 227
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 691
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 78
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 857
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1341
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1292
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 106
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1198
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1203
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1238
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 58
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.543
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.210
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.197
    • Walter Leaf, Commentary on the Iliad (1900), 22.66
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
  • Cross-references to this page (4):
    • Harper's, Homērus
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (6):
    • Apollodorus, Epitome, Apollod. Epit. E.6
    • Apollodorus, Library, Apollod. 2.1
    • Plato, Euthydemus, Plat. Euthyd. 292e
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: