previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

῾η δὲ ῥητορικὴ φρόνησίς ἐστι δήπου περὶ λόγους, ἣν ἐπιδείκνυται παρ᾽ ὅλην τὴν ποίησιν Ὀδυσσεὺς ἐν τῇ διαπείρᾳ, ἐν ταῖς λιταῖς, ἐν τῇ πρεσβείᾳ, ἐν φησίνἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆί γ᾽ ἐρίσσειε βροτὸς ἄλλος.’ τίς ἂν οὖν ὑπολάβοι [p. 22] τὸν δυνάμενον ποιητὴν εἰσάγειν ῥητορεύοντας ἑτέρους καὶ στρατηγοῦντας καὶ τὰ ἄλλα ἐπιδεικνυμένους τὰ τῆς ἀρετῆς ἔργα αὐτὸν εἶναι τῶν φλυάρων ἕνα καὶ τῶν θαυματοποιῶν, γοητεύειν μόνον καὶ κολακεύειν τὸν ἀκροατὴν δυνάμενον, ὠφελεῖν δὲ μηδέν; προτέραν δ᾽ οὐδ᾽ ἀρετὴν ποιητοῦ λέγοιμεν ἂν ἡντινοῦν ἄλλην τὴν μιμητικὴν τοῦ βίου διὰ λόγων. πῶς ἂν οὖν μιμοῖτο ἄπειρος ὢν τοῦ βίου καὶ ἄφρων; οὐ γὰρ οὕτω φαμὲν τὴν τῶν ποιητῶν ἀρετὴν ὡσεὶ τεκτόνων χαλκέων: ἀλλ᾽ ἐκείνη μὲν οὐδενὸς ἔχεται καλοῦ καὶ σεμνοῦ, δὲ ποιητοῦ συνέζευκται τῇ τοῦ ἀνθρώπου, καὶ οὐχ οἷόν τε ἀγαθὸν γενέσθαι ποιητὴν μὴ πρότερον γενηθέντα ἄνδρα ἀγαθόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: