previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

ἐν δὲ τῷ παράπλῳ τῷ παρὰ γῆν πρῶτον μέν ἐστιν ἀπὸ τοῦ Τανάιδος προϊοῦσιν ἐν ὀκτακοσίοις σταδίοις μέγας καλούμενος Ῥομβίτης, ἐν τὰ πλεῖστα ἁλιεύματα τῶν εἰς ταριχείας ἰχθύων: ἔπειτα ἐν ἄλλοις ὀκτακοσίοις ἐλάττων Ῥομβίτης καὶ ἄκρα ἔχουσα καὶ αὐτὴ ἁλιείας ἐλάττους: ἔχουσι δὲ οἱ μὲν ... πρότερον νησία ὁρμητήρια, οἱ δ᾽ ἐν τῷ μικρῷ Ῥομβίτῃ αὐτοί εἰσιν οἱ Μαιῶται ἐργαζόμενοι: οἰκοῦσι γὰρ ἐν τῷ παράπλῳ τούτω παντὶ οἱ Μαιῶται, γεωργοὶ μὲν οὐχ ἧττον δὲ τῶν νομάδων πολεμισταί. διῄρηνται δὲ εἰς ἔθνη πλείω τὰ μὲν πλησίον τοῦ Τανάιδος ἀγριώτερα, τὰ δὲ συνάπτοντα τῷ Βοσπόρῳ χειροήθη μᾶλλον. ἀπὸ δὲ τοῦ μικροῦ Ῥομβίτου στάδιοί εἰσιν ἑξακόσιοι ἐπὶ Τυράμβην καὶ τὸν Ἀντικείτην ποταμόν: εἶθ᾽ ἑκατὸν καὶ εἴκοσιν ἐπὶ τὴν κώμην τὴν Κιμμερικήν, ἥτις ἐστὶν ἀφετήριον τοῖς τὴν λίμνην πλέουσιν: ἐν δὲ τῷ παράπλῳ τούτῳ καὶ σκοπαί τινες λέγονται Κλαζομενίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: