previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲ τοῦ χάρακος, ἔλαθεν Βροῦτος κατὰ πύλας πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών καὶ διὰ νυκτὸς ἀποσωθεὶς εἰς Λάρισσαν. [2] ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθη τε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν. οὐδενὸς δ᾽ ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλ᾽ ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης. καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπ᾽ Αἰγύπτου συνέτεινεν. [3] ἀλλὰ Πομπήϊον μὲν, ὥσπερ εἴκασε Βροῦτος, Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον ἐδέξατο. Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος. καὶ δὴ καὶ τῷ τῶν Λιβύων βασιλεῖ προηγορῶν μὲν ἡττᾶτο τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος περὶ τούτου1 πολλὴν αὐτῷ διέσωσε τῆς ἀρχῆς, [4] λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν [p. 138] αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους: ‘οὗτος νεανίας οὐκ οἶδα μὲν βούλεται, πᾶν δ᾽ βούλεται σφόδρα βούλεται.’ τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλ᾽ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς. [5] πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.

[6] μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας: τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνοις καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία Βροῦτος ἦν. [7] καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι, καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.

1 περὶ τούτου transposed by Bekker, after Vö gelin, to the following sentence, between αὐτοῦ and λέγοντοςas soon as he heard him speaking in his behalf).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: