previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῇ δ᾽ ὑστεραίᾳ Βροῦτος ἄνδρα Ῥωμαῖον ἐστρατηγηκότα καὶ πεπιστευμένον ὑπ᾽ [p. 204] αὐτοῦ, Λεύκιον Πέλλαν, Σαρδιανῶν κατηγορούντων ἐπὶ κλοπαῖς δημοσίᾳ καταγνοὺς ἠτίμωσε: καὶ τὸ πρᾶγμα Κάσσιον οὐ μετρίως ἐλύπησεν. αὐτὸς γὰρ ὀλίγαις ἡμέραις ἔμπροσθεν ἐπὶ τοῖς αὐτοῖς ἐλεγχθέντας ἀδικήμασι δύο φίλους ἰδίᾳ νουθετήσας φανερῶς ἀφῆκε καὶ διετέλει χρώμενος, [2] ὅθεν ᾐτιᾶτο τὸν Βροῦτον ὡς ἄγαν ὄντα νόμιμον καὶ δίκαιον ἐν καιρῷ πολιτείας δεομένῳ καὶ φιλανθρωπίας. δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλ᾽ ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων: [3] ὡς, εἴ τις ἔστι πρόφασις καλὴ μεθ᾽ ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν τοὺς ἑαυτῶν περιορᾶν ἀδικοῦντας. ‘ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι.’ τοιαύτη μὲν τοῦ Βρούτου προαίρεσις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: