previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

53.

τοιαῦτα δὲ καὶ τούτοις παραπλήσια τοῦ Λάκωνος διαλεχθέντος, οἱ μὲν ἐπιεικέστατοι τῶν Ἀθηναίων ἔρρεπον ταῖς γνώμαις πρὸς τὴν εἰρήνην, οἱ δὲ πολεμοποιεῖν εἰωθότες καὶ τὰς δημοσίας ταραχὰς ἰδίας ποιούμενοι προσόδους ᾑροῦντο τὸν πόλεμον. [2] συνεπελάβετο δὲ τῆς γνώμης ταύτης καὶ Κλεοφῶν, μέγιστος ὢν τότε δημαγωγός. ὃς παρελθὼν καὶ πολλὰ πρὸς τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἐμετεώρισε τὸν δῆμον, τὸ μέγεθος τῶν εὐημερημάτων προφερόμενος, ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰθισμένης βραβεύειν τὰ κατὰ πόλεμον προτερήματα. [3] Ἀθηναῖοι μὲν οὖν κακῶς βουλευσάμενοι μετενόησαν ὅτε οὐδὲν ὄφελος, καὶ λόγοις πρὸς ἀρέσκειαν εἰρημένοις ἐξαπατηθέντες οὕτως ἔπταισαν τοῖς ὅλοις, ὥστε μηκέτι δύνασθαι πώποτε αὑτοὺς γνησίως ἀναλαβεῖν. [4] ἀλλὰ ταῦτα μὲν ὕστερον πραχθέντα τεύξεται λόγου κατὰ τοὺς ἰδίους χρόνους: τότε δὲ οἱ Ἀθηναῖοι τοῖς τε εὐημερήμασιν ἐπαρθέντες καὶ πολλὰς καὶ μεγάλας ἐλπίδας ἔχοντες ἐν τῷ τὸν Ἀλκιβιάδην ἀφηγεῖσθαι τῶν ἰδίων δυνάμεων, ταχέως ᾤοντο τὴν ἡγεμονίαν ἀνακτήσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: