previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

87. Ἰμίλκων δὲ πυθόμενος τὴν τῶν πολεμίων ἔφοδον, ἀπέστειλεν αὐτοῖς ἀπαντᾶν τούς τε Ἴβηρας καὶ Καμπανοὺς καὶ τῶν ἄλλων οὐκ ἐλάττους τετρακισμυρίων. ἤδη δὲ τῶν Συρακοσίων τὸν Ἱμέραν ποταμὸν διαβεβηκότων ἀπήντησαν οἱ βάρβαροι, καὶ παρατάξεως γενομένης ἐπὶ πολὺν χρόνον ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων ἀνεῖλον. [2] τελέως δὲ ὅλον τὸ στρατόπεδον διέφθειραν ἂν καὶ μέχρι τῆς πόλεως κατεδίωξαν, ἀλλὰ τῶν στρατιωτῶν ἀτάκτως διωκόντων στρατηγὸς εὐλαβήθη, μήποτε μετὰ τοῦ λοιποῦ στρατεύματος Ἰμίλκας ἐπιφανεὶς ἀναλάβῃ τὴν ἧτταν. καὶ γὰρ τοὺς Ἱμεραίους ἐγίνωσκε παρὰ τὴν αὐτὴν αἰτίαν τοῖς ὅλοις ἐπταικότας. οὐ μὴν ἀλλὰ τῶν βαρβάρων φευγόντων εἰς τὴν πρὸς Ἀκράγαντι παρεμβολήν, οἱ κατὰ τὴν πόλιν στρατιῶται θεωροῦντες τὴν τῶν Καρχηδονίων ἧτταν ἐδέοντο τῶν στρατηγῶν ἐξάγειν αὐτούς, καιρὸν εἶναι φάσκοντες τοῦ φθεῖραι τὴν τῶν πολεμίων δύναμιν. [3] οἱ δ᾽, εἴτε χρήμασιν ἐφθαρμένοι, καθάπερ ἦν λόγος, εἴτε φοβηθέντες μὴ τῆς πόλεως ἐρημωθείσης Ἰμίλκων αὐτὴν καταλάβηται, τῆς ὁρμῆς ἐπέσχον τοὺς στρατιώτας. οἱ μὲν οὖν φεύγοντες μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὴν πρὸς τῇ πόλει παρεμβολήν. δὲ Δαφναῖος μετὰ τῆς δυνάμεως παραγενηθεὶς εἰς τὴν ὑπὸ τῶν βαρβάρων ἐκλελειμμένην στρατοπεδείαν, ἐν ταύτῃ παρενέβαλεν. [4] εὐθὺ δὲ καὶ τῶν ἐκ τῆς πόλεως στρατιωτῶν ἐπιμιχθέντων καὶ τοῦ Δεξίππου συγκαταβάντος αὐτοῖς, ἀπὸ συνδρομῆς εἰς ἐκκλησίαν τὰ πλήθη συνῆλθεν: πάντων δ᾽ ἀγανακτούντων ἐπὶ τῷ παρεῖσθαι τὸν καιρὸν καὶ κεκρατηκότας τῶν βαρβάρων τὴν προσήκουσαν τιμωρίαν παρ᾽ αὐτῶν μὴ λαβεῖν, ἀλλὰ δυναμένους τοὺς ἐκ τῆς πόλεως στρατηγοὺς ἐπεξελθεῖν καὶ διαφθεῖραι τὴν τῶν πολεμίων δύναμιν ἀφεικέναι τοσαύτας μυριάδας: [5] θορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελθὼν Μένης Καμαριναῖος ἐφ᾽ ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν Ἀκραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσθαι μηδένα προσδέχεσθαι τοὺς λόγους, καὶ τὸ πλῆθος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίθοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, Ἀργεῖον καλούμενον, τὴν δ᾽ ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεθῆναι: βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφ᾽ ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐκ ἄπειρος τοῦτ᾽ ἔπραξε προδοσίας ἕνεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: