previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

59.

ἅμα δὲ τούτοις πραττομένοις εἰς τὸν Ἀκράγαντα κατήντησαν στρατιῶται τρισχίλιοι παρὰ Συρακοσίων ἐπίλεκτοι, προαπεσταλμένοι κατὰ σπουδὴν ἐπὶ τὴν βοήθειαν. πυθόμενοι δὲ τὴν πόλιν ἡλωκυῖαν, πρέσβεις ἀπέστειλαν, παρακαλοῦντες τὸν Ἀννίβαν τούς τε αἰχμαλώτους ἀπολυτρῶσαι καὶ τῶν θεῶν τοὺς ναοὺς ἐᾶσαι. [2] δ᾽ Ἀννίβας ἀπεκρίθη, τοὺς μὲν Σελινουντίους μὴ δυναμένους τηρεῖν τὴν ἐλευθερίαν πεῖραν τῆς δουλείας λήψεσθαι, τοὺς δὲ θεοὺς ἐκτὸς Σελινοῦντος οἴχεσθαι προσκόψαντας τοῖς ἐνοικοῦσιν. [3] ὅμως δὲ τῶν πεφευγότων Ἐμπεδίωνα πρεσβευτὴν ἀποστειλάντων, τούτῳ μὲν Ἀννίβας τὰς οὐσίας ἀποκατέστησεν: ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμβεβουλευκὼς μὴ πολεμεῖν Καρχηδονίους: ἐχαρίσατο δ᾽ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις, καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις ἔδωκεν ἐξουσίαν τὴν πόλιν οἰκεῖν καὶ τὴν χώραν γεωργεῖν τελοῦντας φόρον τοῖς Καρχηδονίοις. [4]

αὕτη μὲν οὖν πόλις ἀπὸ τῆς κτίσεως οἰκηθεῖσα χρόνον ἐτῶν διακοσίων τεσσαράκοντα δύο ἑάλω. δὲ Ἀννίβας περιελὼν τὰ τείχη τῆς Σελινοῦντος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, ἐπιθυμῶν μάλιστα ταύτην κατασκάψαι τὴν πόλιν. [5] διὰ ταύτην γὰρ μὲν πατὴρ αὐτοῦ φυγὰς ἦν, δὲ προπάτωρ Ἀμίλκας πρὸς ταύτῃ καταστρατηγηθεὶς ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ μετ᾽ αὐτοῦ πεντεκαίδεκα μυριάδες στρατιωτῶν ἀνῃρέθησαν, ἄλλαι δὲ οὐκ ἐλάττους τούτων ᾐχμαλωτίσθησαν. [6] ὑπὲρ ὧν σπεύδων τιμωρίαν λαβεῖν Ἀννίβας τέτρασι μυριάσιν οὐκ ἄπωθεν τῆς πόλεως ἐπί τινων λόφων κατεστρατοπέδευσε, τῇ δ᾽ ἄλλῃ δυνάμει πάσῃ περιεστρατοπέδευσε τὴν πόλιν, προσγενομένων ἄλλων παρά τε Σικελῶν καὶ Σικανῶν δισμυρίων στρατιωτῶν. [7] στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις. [8] ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν, ὧν ἐμπρησθέντων ταχὺ πολὺ μέρος τοῦ τείχους ἔπεσεν. ἔνθα δὴ συνέβαινε καρτερωτάτην μάχην γίνεσθαι, τῶν μὲν βιαζομένων ἐντὸς τοῦ τείχους παρεισπεσεῖν, τῶν δὲ φοβουμένων μὴ ταὐτὰ πάθωσι τοῖς Σελινουντίοις. [9] διὸ καὶ τὸν ἔσχατον ἀγῶνα τιθεμένων αὐτῶν ὑπὲρ τέκνων καὶ γονέων καὶ τῆς περιμαχήτου πᾶσι πατρίδος, ἐξεώσθησαν οἱ βάρβαροι, καὶ ταχὺ τὸ μέρος τοῦ τείχους ἀνῳκοδόμησαν. παρεγενήθησαν δ᾽ αὐτοῖς εἰς τὴν βοήθειαν οἵ τ᾽ ἐξ Ἀκράγαντος Συρακόσιοι καί τινες τῶν ἄλλων συμμάχων, οἱ πάντες εἰς τετρακισχιλίους, ὧν Διοκλῆς Συρακόσιος εἶχε τὴν ἡγεμονίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), HI´MERA
    • Dictionary of Greek and Roman Geography (1854), SELI´NUS
    • Smith's Bio, Di'ocles
    • Smith's Bio, Gelon
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: