previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

70.

Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετ᾽ αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν: ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλείστας. [2] ἐκπλεύσας δὲ εἰς Ῥόδον, καὶ προσλαβόμενος ἐκεῖθεν ναῦς ὅσας εἶχον αἱ πόλεις, ἔπλευσεν εἰς Ἔφεσον καὶ Μίλητον. καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ Ἐφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα. [3] ἀκούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισθόν, καὶ εἰς τὸ λοιπὸν δὲ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον: ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγήσαι αὐτοῖς. [4] ἀνακάμψας δὲ εἰς Ἔφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιθέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορθωθέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν. δι᾽ ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: