previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

54.

οἱ δ᾽ Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν: ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον. [2] μάλιστα δ᾽ αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ῥήτωρ, δεινότατος ὢν τῶν κατ᾽ ἐκείνους τοὺς χρόνους Ἑλλήνων. οὐ μὴν πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας: τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα. [3] διὸ καί φασι τὸν Φίλιππον βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγχωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐδ᾽ χρυσὸς τὸ τεῖχος ὑπερβῆναι δυνατός ἐστιν. [4] ἦν γὰρ πεῖραν εἰληφὼς ὅτι τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι. ἐγκατασκευάζων οὖν ἐν ταῖς πόλεσι προδότας διὰ τῆς δωροδοκίας καὶ τοὺς δεχομένους τὸ χρυσίον ξένους καὶ φίλους ὀνομάζων ταῖς πονηραῖς ὁμιλίαις διέφθειρε τὰ ἤθη τῶν ἀνθρώπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: