previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Εὐχαρίστου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Κόιντον Γενούκιον. ἐπὶ δὲ τούτων Φίλιππος πρέσβεις ἐκπέμψας εἰς Ἀθήνας ἔπεισε τὸν δῆμον εἰρήνην πρὸς αὐτὸν συνθέσθαι διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν. [2] ἀπολυθεὶς δὲ τοῦ πρὸς Ἀθηναίους πολέμου καὶ πυνθανόμενος τὸν βασιλέα τῶν Παιόνων Ἆγιν τετελευτηκέναι ὑπέλαβε καιρὸν ἔχειν ἐπιθέσθαι τοῖς Παίοσιν. στρατεύσας οὖν εἰς τὴν Παιονίαν καὶ παρατάξει τοὺς βαρβάρους νικήσας ἠνάγκασε τὸ ἔθνος πειθαρχεῖν τοῖς Μακεδόσιν. [3] ὑπολειπομένων δὲ πολεμίων τῶν Ἰλλυριῶν ἐφιλοτιμεῖτο καὶ τούτους καταπολεμῆσαι. εὐθὺς οὖν συναγαγὼν ἐκκλησίαν καὶ τοὺς στρατιώτας οἰκείοις λόγοις προτρεψάμενος εἰς τὸν πόλεμον ἐστράτευσεν εἰς τὴν τῶν Ἰλλυριῶν χώραν, πεζοὺς μὲν ἔχων οὐκ ἐλάττους μυρίων, ἱππεῖς δὲ ἑξακοσίους. [4] Βάρδυλις δ᾽ τῶν Ἰλλυριῶν βασιλεὺς πυθόμενος τὴν παρουσίαν τῶν πολεμίων τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλεν περὶ διαλύσεως, ἐφ᾽ ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων: τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων ἁπασῶν ἐκχωρήσωσιν Ἰλλυριοί, οἱ μὲν πρέσβεις ἐπανῆλθον ἄπρακτοι, δὲ Βάρδυλις πιστεύων ταῖς τε προγεγενημέναις νίκαις καὶ ταῖς τῶν Ἰλλυριῶν ἀνδραγαθίαις ἀπήντα τοῖς πολεμίοις μετὰ τῆς δυνάμεως: εἶχεν δὲ πεζοὺς μὲν μυρίους ἐπιλέκτους, ἱππεῖς δὲ εἰς πεντακοσίους. [5] ὡς δ᾽ ἤγγιζον ἀλλήλοις τὰ στρατεύματα καὶ μετὰ βοῆς πολλῆς συνέρραξαν εἰς τὴν μάχην, μὲν Φίλιππος ἔχων τὸ δεξιὸν κέρας καὶ τοὺς ἀρίστους τῶν Μακεδόνων συναγωνιζομένους τοῖς μὲν ἱππεῦσι παρήγγειλεν παριππεῦσαι καὶ πλαγίοις ἐμβαλεῖν τοῖς βαρβάροις, αὐτὸς δὲ κατὰ στόμα τοῖς πολεμίοις ἐπιπεσὼν καρτερὰν συνεστήσατο μάχην. [6] οἱ δ᾽ Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον. καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρ᾽ ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς: μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι. [7] γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δ᾽ Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης. ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: