previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. Νύψιος δ᾽ τῶν μισθοφόρων στρατηγὸς ἀναλαβεῖν καὶ ἀναμαχέσασθαι βουλόμενος τὴν ἧτταν νυκτὸς ἐκτεταγμένῃ τῇ δυνάμει παραδόξως προσέπεσε τῷ κατεσκευασμένῳ τείχει. εὑρὼν δὲ τοὺς φύλακας διὰ τὴν καταφρόνησιν καὶ μέθην εἰς ὕπνον τετραμμένους προσέθηκε τὰς παρεσκευασμένας κλίμακας πρὸς τὴν χρείαν. [2] διὰ δὲ τούτων οἱ κράτιστοι τῶν μισθοφόρων ἀνέβησαν ἐπὶ τὸ τεῖχος καὶ τοὺς φύλακας φονεύσαντες ἀνέῳξαν τὰς πύλας. εἰσπεσόντων δὲ τῶν στρατιωτῶν εἰς τὴν πόλιν οἱ μὲν στρατηγοὶ τῶν Συρακοσίων ἐκ τῆς μέθης ἀνανήφοντες ἐπειρῶντο βοηθεῖν, ἐμποδιζόμενοι δὲ τὰς ὁρμὰς διὰ τὸν οἶνον οἱ μὲν ἀνῃρέθησαν, οἱ δ᾽ ἔφυγον. κατειλημμένης δὲ τῆς πόλεως καὶ τῶν ἐκ τῆς ἀκροπόλεως στρατιωτῶν σχεδὸν ἁπάντων εἰσπεσόντων ἐντὸς τοῦ περιτειχίσματος, τῶν δὲ Συρακοσίων διὰ τὸ παράδοξον καὶ τὴν ἀταξίαν ἐκπεπληγμένων πολὺς ἐγίνετο φόνος. [3] τῶν δὲ τοῦ τυράννου στρατιωτῶν πλειόνων μυρίων ὄντων καὶ συντεταγμένων καλῶς οὐδεὶς τὸ βάρος αὐτῶν ὑπομεῖναι δυνατὸς ἦν, ἅτε τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἔτι δὲ ἀναρχίας τοὺς ἐλαττουμένους ἐμποδιζούσης. [4] κρατηθείσης δὲ τῆς ἀγορᾶς ὑπὸ τῶν πολεμίων, εὐθὺς ἐπὶ τὰς οἰκίας οἱ νενικηκότες ὥρμησαν: καὶ πολλὰ μὲν χρήματα διεφορεῖτο, οὐκ ὀλίγα δὲ σώματα γυναικῶν καὶ παίδων, ἔτι δ᾽ οἰκετῶν ἐξηνδραποδίζετο. κατὰ δὲ τοὺς στενωποὺς καὶ τὰς ἄλλας ὁδοὺς ἀντιταττομένων Συρακοσίων ἐγίνοντο συνεχεῖς συμπλοκαὶ καὶ πολλοὶ μὲν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ τραύμασι περιέπιπτον. τὴν μὲν οὖν νύκτα διετέλεσαν ἀλλήλους ἀναιροῦντες ὡς ἔτυχε διὰ τὸ σκότος καὶ πᾶς τόπος νεκρῶν ἔγεμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: