previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

69.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δ᾽ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθ᾽ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο. [2] κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα. [3] κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρ᾽ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων. διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή: [4] πρῶτον μὲν γὰρ Μάρκος τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας. [5] ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν. [6] μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν. εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο. [7]

καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως. πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν. [8] μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς: ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι: ὅπερ καὶ συνέβη γενέσθαι. εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: