Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
Olymp. 152, 3. I. Res Italiae
chapter 2
II. Bellum Persicum
chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11
III. Res Graeciae
chapter 13chapter 14chapter 15chapter 16chapter 17
IV. Bellum Antiochi Iv Cum Ptolemaeo Philometore
chapter 19chapter 20chapter 21chapter 22chapter 23
This text is part of:
Table of Contents:





























Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. [2] ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἡκόντων ἐπεμέτρησεν. [3] ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. [4] τοῦ δ᾽ Ἁγεπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατ᾽ ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. [5] πότερα δὲ τοῦτ᾽ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος: [6] ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον: [7] ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ [8] καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, [9] δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ᾽ ὀλίγον συμβάντα τοῖς Ῥοδίοις. [10] οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. [11] γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως. [12] οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ᾽ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον. [13] ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατ᾽ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, [14] τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους. [15] ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (4 total)
- Commentary references to this page
(1):
- Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, book 45, commentary, 45.11
- Cross-references to this page
(3):
- Smith's Bio, Cleopatra
- Smith's Bio, Ptolemaeus V. or Ptolemaeus Epiphanes
- Smith's Bio, Ptolemaeus Vi. or Ptolemaeus Philometor
load
Vocabulary Tool
hide
Search
hide
Display Preferences