κατ᾽ αὐτὸν τὸν καιρὸν συμβαινόντων. οἱ δὲ περὶ τὸν Αἰμίλιον ἀκηκοότες μὲν τὸν εἰς τὰς Πίσας κατάπλουν τῶν στρατοπέδων, οὔπω δὲ προσδοκῶντες αὐτὰ συνεγγίζειν, τότε σαφῶς ἐκ τοῦ περὶ τὸν λόφον ἀγῶνος ἔγνωσαν διότι τελέως ἐγγὺς εἶναι συμβαίνει τὰς οἰκείας αὐτῶν δυνάμεις.