[7] Ἄρατος δὲ τὸν τρόπον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν: εἰ δὲ μή, διότι χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις.