[3] εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπομένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρ᾽ ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν ἢ προυργιαίτερόν τι ποιοῦνται τούτου, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν; νὴ Δί᾽,